Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 18.114 | Dem. 18.117 (English) | >>Dem. 18.120 |
Ἕτερον Ψήφισμα
Εἶπε Καλλίας Φρεάρριος ,πρυτάνεων λεγόντων ,βουλῆς γνώμη ·ἐπειδὴ Χαρίδημος ὁ ἐπὶ τῶν ὁπλιτῶν ,ἀποσταλεὶς εἰς Σαλαμῖνα ,καὶ Διότιμος ὁ ἐπὶ τῶν ἱππέων ,ἐν τῇ ἐπὶ τοῦ ποταμοῦ μάχῃ τῶν στρατιωτῶν τινῶν ὑπὸ τῶν πολεμίων σκυλευθέντων ,ἐκ τῶν ἰδίων ἀναλωμάτων καθώπλισαν τοὺς νεανίσκους ἀσπίσιν ὀκτακοσίαις ,δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ στεφανῶσαι Χαρίδημον καὶ Διότιμον χρυσῷ στεφάνῳ ,καὶ ἀναγορεῦσαι Παναθηναίοις τοῖς μεγάλοις ἐν τῷ γυμνικῷ ἀγῶνι καὶ Διονυσίοις τραγῳδοῖς καινοῖς ·τῆς δὲ ἀναγορεύσεως ἐπιμεληθῆναι θεσμοθέτας ,πρυτάνεις ,ἀγωνοθέτας .
18.117
18.118
Ψήφισμα
ἐπὶ ἄρχοντος Εὐθυκλέους ,πυανεψιῶνος ἐνάτῃ ἀπιόντος ,φυλῆς πρυτανευούσης Οἰνῇδος ,Κτησιφῶν Λεωσθένους Ἀναφλύστιος εἶπεν ·ἐπειδὴ Δημοσθένης Δημοσθένους Παιανιεὺς γενόμενος ἐπιμελητὴς τῆς τῶν τειχῶν ἐπισκευῆς καὶ προσαναλώσας εἰς τὰ ἔργα ἀπὸ τῆς ἰδίας οὐσίας τρία τάλαντα ἐπέδωκε ταῦτα τῷ δήμῳ ,καὶ ἐπὶ τοῦ θεωρικοῦ κατασταθεὶς ἐπέδωκε τοῖς ἐκ πασῶν τῶν φυλῶν θεωροῖς ἑκατὸν μνᾶς εἰς θυσίας ,δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ τῷ Ἀθηναίων ἐπαινέσαι Δημοσθένην Δημοσθένους Παιανιέα ἀρετῆς ἕνεκα καὶ καλοκαγαθίας ἧς ἔχων διατελεῖ ἐν παντὶ καιρῷ εἰς τὸν δῆμον τὸν Ἀθηναίων ,καὶ στεφανῶσαι χρυσῷ στεφάνῳ ,καὶ ἀναγορεῦσαι τὸν στέφανον ἐν τῷ θεάτρῳ Διονυσίοις τραγῳδοῖς καινοῖς ·τῆς δὲ ἀναγορεύσεως ἐπιμεληθῆναι τὸν ἀγωνοθέτην .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 18.114 | Dem. 18.117 (English) | >>Dem. 18.120 |